Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.1 Joseph. AJ 10.7 (English) >>Joseph. AJ 10.11

10.5

Ὡς δʼ ἐλθόντες πρὸ τῶν τειχῶν ἐστρατοπεδεύσαντο, πέμψαντες πρὸς τὸν Ἐζεκίαν ἠξίουν αὐτὸν ἐλθεῖν εἰς λόγους. δὲ αὐτὸς μὲν ὑπὸ δειλίας οὐ πρόεισι, τρεῖς δὲ τοὺς ἀναγκαιοτάτους φίλους αὐτῷ ἐξέπεμψε, τὸν τῆς βασιλείας ἐπίτροπον Ἐλιακίαν ὄνομα καὶ Σουβαναῖον καὶ Ἰώανον τὸν ἐπὶ τῶν ὑπομνημάτων. 10.6οὗτοι μὲν οὖν προελθόντες ἀντικρὺ τῶν ἡγεμόνων τῆς στρατιᾶς τῶν Ἀσσυρίων ἔστησαν, θεασάμενος δʼ αὐτοὺς στρατηγὸς Ῥαψάκης ἐκέλευσεν ἀπελθόντας Ἐζεκίᾳ λέγειν, ὅτι βασιλεὺς μέγας Σεναχείριμος πυνθάνεται αὐτοῦ, τίνι θαρρῶν καὶ πεποιθὼς φεύγει δεσπότην αὐτοῦ καὶ ἀκροάσασθαι μὴ θέλει καὶ τὴν στρατιὰν οὐ δέχεται τῇ πόλει; διὰ τοὺς Αἰγυπτίους τὴν αὐτοῦ στρατιὰν ἐλπίζων ὑπʼ ἐκείνων αὐτῶν καταγωνίσασθαι; 10.7εἰ δὲ τοῦτο προσδοκᾷ, δηλοῦν αὐτῷ, ὅτι ἀνόητός ἐστι καὶ ὅμοιος ἀνθρώπῳ, ὃς καλάμῳ ἐπερειδόμενος τεθλασμένῳ πρὸς τῷ καταπεσεῖν ἔτι καὶ τὴν χεῖρα διαπαρεὶς ᾔσθετο τῆς βλάβης. εἰδέναι δʼ ὅτι καὶ βουλήσει θεοῦ τὴν ἐπʼ αὐτὸν στρατείαν πεποίηται, ὃς αὐτῷ καταστρέψασθαι καὶ τὴν τῶν Ἰσραηλιτῶν βασιλείαν δέδωκεν, ἵνα τὸν αὐτὸν τρόπον καὶ τοὺς ἀρχομένους 10.8ὑπʼ αὐτοῦ διαφθείρῃ.” ταῦτα δὲ τὸν Ῥαψάκην ἑβραϊστὶ λέγοντα, τῆς γὰρ γλώττης εἶχεν ἐμπείρως, Ἐλιάκειμος φοβούμενος, μὴ τὸ πλῆθος ἐπακοῦσαν εἰς ταραχὴν ἐμπέσῃ, συριστὶ φράζειν ἠξίου. συνεὶς δʼ στρατηγὸς τὴν ὑπόνοιαν αὐτοῦ καὶ τὸ ἐπʼ αὐτῷ δέος μείζονι καὶ διατόρῳ τῇ φωνῇ χρώμενος ἀπεκρίνατο αὐτῷ ἑβραϊστὶ λέγειν, ὅπως ἀκούσαντες τὰ τοῦ βασιλέως προστάγματα πάντες τὸ συμφέρον ἕλωνται παραδόντες αὑτοὺς ἡμῖν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.1 Joseph. AJ 10.7 (English) >>Joseph. AJ 10.11

Powered by PhiloLogic